Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νόμων ἄρχεσθαι ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.
τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας: τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας. 1
καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε: ‘Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν: τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά: ἐπεὶ δὲ ’
1 Σπαρτιάτας Schottus: στρατιώτας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.