Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δὲ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ‘ὅπως ἄν’ ἔφη ‘μετριάζοιεν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς: τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρ᾽ ἄλλοις ζηλουμένων ἔχωσιν.’
ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι καὶ θεασάμενον τῆς στέγης: τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρ᾽ αὐτοῖς ξύλα φύεται.
ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους; πολλάκις στρατεύεσθαι, ἔφη ‘ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται’ διὸ καὶ Ἀγησιλάῳ ἔγκλημα οὐ βραχὺ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.