Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τιμὴν ὁρίζεσθαι.
πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ δι᾽ ἀπάτης τὰ πλεῖστα πράττειν ὡς ἀνάξιον τοῦ [p. 159] Ἡρακλέους καὶ δόλῳ, οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν ὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ, 1 προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.
Ἐπιμεμφομένων 2 δ᾽ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε ‘τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις.’
νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις ‘ἑαλώκασιν αἱ Ἀθῆναι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.