γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ , μάντις ὤν: ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς: τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δ᾽ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλ᾽ εἶπε ‘μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.’
Θεοπόμπου
Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, ‘εἰ τοῖς μὲν φίλοις’ ἔφη ‘μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.’
πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς [p. 138]