ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε ‘καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ: μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.’
Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον , οὐδὲν καταπλαγεὶς εἶπεν ‘οὐ παρ᾽ ἕνα τὰ Σπάρτας: 1 ἀποθανόντος; γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται: εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται.’ ἀποδείξας οὖν ἀνθ᾽ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτελεύτα.