Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης: εἰ [p. 114] δὲ δίκαιοι πάντες γένοιντο, μηδέν᾽ 1 ἀνδρείας δεηθήσεσθαι. 2
εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, ‘τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων’ ἔφη, ‘εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;᾽’
ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρ᾽ ἀνθρώποις ‘εἰ λέγοι’ εἶπε τὰ ‘ἄριστα, πράττοι δὲ τὰ κάλλιστα,’
τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.