Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, ‘εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται’ εἶπεν ‘αὐτοὶ οἱ θεοί.’
πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους; Ἀθηναῖον ‘μόνοι γοῦν’ εἶπεν ‘ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρ᾽ ὑμῶν κακόν. ’
ἑτέρου δ᾽ Ἀθηναίου: πρὸς αὐτὸν εἰπόντος ‘ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς: [p. 126] ἐδιώξαμεν’, ‘ἡμεῖς δέ’ ἔφη ‘οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.’
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, ‘εἰ ἣδιστα μέν’ ἔφη ‘αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.’
σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.