Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρός τινα εἰπόντα ‘πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις,’ ‘ἀλλ᾽ οὐκ ἄν’ ἔφη ‘εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.’
τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη ‘ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν.’
λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, ‘οὐκ ἄλλας’ 1 ἔφη ‘πρὸς ἣν βαδίζομεν πρᾶξιν. ’
πάλιν δὲ αὐτῶν εἰπόντων ‘μή τι ἕτερόν διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων 2 κωλύειν;᾽ 3’ ‘τῷ λόγῳ’ ἔφη ‘τῷ δ᾽ ἔργῳ ἀποθανούμενος 4 ὑπὲρ τῶν Ἑλλήνων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.