posidippus
αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον ἦγον Ἔρωτες,
Κύπριδος ἐκ χρυσέων ἐρχομένην θαλάμων,
ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου
γλυπτήν, παρθενίων βριθομένην χαρίτων
καὶ πολλοὺς τότε χερσὶν ἐπ᾽ ἠιθέοισιν ὀιστοὺς
τόξου Ἰτορφνρέης ἧκαν ἀφ᾽ ἁρπεδόνης.