anonymi epigrammatici
ἐν τῷ χρυσοτρικλίνῳ Μαζαρινῷἔλαμψεν ἀκτὶς τῆς ἀληθείης πάλιν,
καὶ τὰς κόρας ἤμβλυνε τῶν ψευδηγόρων [p. 46]
ηὔξησεν εὐσέβεια, πέπτωκε πλάνη,
καὶ πίστις ἀνθεῖ καὶ πλατύνεται χάρις.
ἰδοὺ γὰρ αὖθις Χριστὸς εἰκονισμένος
λάμπει πρὸς ὕψος τῆς καθέδρας τοῦ κράτους,
καὶ τὰς σκοτεινὰς αἱρέσεις ἀνατρέπει.
τῆς εἰσόδου δ᾽ ὕπερθεν, ὡς θεία πύλη,
στηλογραφεῖται καὶ φύλαξ ἡ παρθένος,
ἄναξ δὲ καὶ πρόεδρος ὡς πλανοτρόποι
σὺν τοῖς συνεργοῖς ἱστοροῦνται πλησίον
κύκλῳ δὲ παντὸς οἷα φρουροὶ τοῦ δόμου,
νόες, μαθηταί, μάρτυρες, θυηπόλοι,
ὅθεν καλοῦμεν χριστοτρίκλινον νέον,
τὸν πρὶν λαχόντα κλήσεως χρυσωνύμου,
ὡς τὸν θρόνον ἔχοντα Χριστοῦ κυρίου,
Χριστοῦ δὲ μητρός, χριστοκηρύκων τύπους,
καὶ τοῦ σοφουργοῦ Μιχαὴλ τὴν εἰκόνα.