rufinus
ποῦ νῦν Πραξιτέλης; ποῦ δ᾽ αἱ χέρες αἱ Πολυκλείτου,
αἱ ταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι ;
τίς πλοκάμους Μελίτης εὐώδεας, ἢ πυρόεντα
ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;
ποῦ πλάσται; ποῦ δ᾽ εἰσὶ λιθοξόοι; ἔπρεπε τοίῃ
μορφῇ νηὸν ἔχειν, ὡς μακάρων ξοάνῳ. [p. 136]