meleager
Ὀξυβόαι κώνωπες, ἀναιδέες, αἵματος ἀνδρῶν
σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα,
βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθ᾽ ἥσυχον ὕπνον
εὕδειν, τἀμὰ δ᾽ ἰδοὺ σαρκοφαγεῖτε μέλη,
καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι
τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.
ἀλλ᾽ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης,
ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.