previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


anonymi epigrammatici
ὑπόθεσις, ἀπολογία εὔφημος. Ὁμηροκέντρων
βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος,
ὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλου
κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν,
πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο:
ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν
ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης
κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος:
ἠδ᾽ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν
παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον
ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας [p. 52]
νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον
ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις:
ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβ᾽ ἑταίρους:
ὅσσων τ᾽ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,
νούσους τ᾽ ἐξελάσας στυγερὰς βλεφάρων τ᾽ ἀλαωτύν,
ἠδ᾽ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς
ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός:
ἠδ᾽ ὅσσους μοίρῃσιν ὑπ᾽ ἀργαλέῃσι δαμέντας
ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου:
ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν
ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς,
αὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι
ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι:
ὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα,
κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω
ἤγαγεν ἀχράντοισιν ὑπ᾽ ἐννεσίῃσι τοκῆος,
ἀνστὰς ἐν τριτάτᾐ φαεσιμβρότῳ ἠριγενείῃ
ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: