meleager
οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας,
οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον,
οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας,
οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους:
οὐκέτι σοὶ φαρέτρη πτερόεντας ὀιστοὺς
κρύπτει, Ἔρως: ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.