philippus
κυκλοτερῆ μόλιβον,1. σελίδων σημάντορα πλευρῆς,
καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,
καὶ κανονῖδ᾽ ὑπάτην, καὶ τὴν παρὰ θῖνα κίσηριν,
αὐχμηρὸν πόντου τρηματόεντα λίθον,
Καλλιμένης Μούσαις, ἀποπαυσάμενος καμάτοιο,
θῆκεν ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.