agathias scholasticus
ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας
σειομένη πλεκτὰς, καὶ σοβαρευομένη,
ἡ μεγαλαυχήσασα καθ᾽ ἡμετέρης μελεδώνης,
γήραϊ ῥικνώδης, τὴν πρὶν ἀφῆκε χάριν.
μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,
χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.
τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει
ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη,