anonymi epigrammatici
μῆτερ ἐμή Ῥείη, Φρυγίων θρέπτειρα λεόντων,
Δίνδυμον ἧς μύσταις οὐκ ἀπάτητον ὄρος,
σοὶ τάδε θῆλυς Ἄλεξις ἑῆς οἰστρήματα λύσσης
ἄνθετο, χαλκοτύπου παυσάμενος μανίης,
κύμβαλά τ᾽ ὀξύφθογγα, βαρυφθόγγων τ᾽ ἀλαλητὸν
αὐλῶν, οὓς μόσχου λοξὸν ἔκαμψε κέρας,
τυμπανά τ᾽ ἠχήεντα, καὶ αἵματι φοινιχθέντα
φάσγανα, καὶ ξανθάς, τὰς πρὶν ἔσεισε, κόμας.
ἵλαος, ὦ δέσποινα, τὸν ἐν νεότητι μανέντα
γηραλέον προτέρης παῦσον ἀγριοσύνης [p. 326]