paulus silentiarius
ἀντίγραφον ἐπὶ τῇ αὐτῇ ὑποθέσει πρὸς τὸν φίλον Ἀγαθίανθεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη
ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.
εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει
οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως.
ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν
σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης; [p. 284]
νηχόμενος Λείανδρος ὅσον κράτος ἐστὶν ἐρώτων
δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων
σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες: ἀλλὰ θαμίζεις
μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος.
θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ: τίς ἀνὴρ
εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;