paulus silentiarius
βόστρυχον ὠμογέροντα τί μέμφεαι, ὄμματά θ᾽ ὑγρὰ
δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων
φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων
σύμβολα, καὶ δολιχῆς ἔργα νυχεγρεσίης.
καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη,
καὶ λαγαρὸν δειρᾖ δέρμα περικρέμαται.
ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο
ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.
ἀλλὰ κατοικτείρασα δίδου χάριν: αὐτίκα γάρ μοι
χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ,