asclepiades
Νῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,
πάντα τὰ πορφύροντ᾽ ἐν χθονὶ σεῖε νέφη. [p. 160]
ἢν γάρ με κτείνῃς, τότε παύσομαι: ἢν δὲ μ᾽ ἀφῇς ζῆν,
καὶ διαδὺς τούτων χείρονα, κωμάσομαι
ἕλκει γάρ μ᾽ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,
Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.