antonius thallus
ἑσπερίοις μέγα χάρμα καὶ ἠῴοις περάτεσσι,
Καῖσαρ, ἀνικάτων ἔκγονε Ῥωμυλιδῶν,
αἰθερίην γένεσιν σέο μέλπομεν, ἀμφὶ δὲ βωμοῖς
γηθοσύνους λοιβὰς σπένδομεν ἀθανάτοις.
ἀλλὰ σὺ παππῴοις ἐπὶ βήμασιν ἴχνος ἐρείδων,
εὐχομένοις ἡμῖν πουλὺ μένοις ἐπ᾽ ἔτος.