antiphilus
λιτὸς ἐγὼ τὰ τύχης, ὦ δεσπότι: φημὶ δὲ πολλῶν
ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης.
ἀλλὰ δέχευ μνιαροῖο βαθυρρήνοιο τάπητος
ἐνδυτὸν εὐανθεῖ πορφύρῃ εἰδόμενον,
εἴριά τε ῥοδόεντα, καὶ ἐς κυανότριχα χαίτην
νάρδον, ὑπὸ γλαυκῆς κλειομένην ὑάλου,
ὄφρα χιτὼν μὲν χρῶτα περισκέπῃ, ἔργα δ᾽ ἐλέγχῃ
χεῖρας, ὁ δ᾽ εὐώδης ἀτμὸς ἔχῃ πλοκάμους.