macedonius ii
δίκτυον ἀκρομόλιβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ
δῆσε γέρων, ἁλίων παυσάμενος καμάτων, [p. 314]
ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης
εἶπεν, ἀποσπένδων δάκρυον ἐκ βλεφάρων
οἶσθα, μάκαρ: κέκμηκα: κακοῦ δ᾽ ἐπὶ γήραος ἡμῖν
ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη.
θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ᾽ ἀπὸ γαίης,
ὡς ἐθέλει, μεδέων κἀν χθονὶ κἀν πελάγει.