agathias scholasticus
εἰς Ἀριάδνην κιθαριστρίδαεἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα
κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις:
εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν,
αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο:
εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ
Κύπρις ἐνικήθη, κἀνεδίκαζε Πάρις.
σιγῇ ἐφ᾽̓᾽ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας
τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων. [p. 240]