theocritus
ἁ Κύπρις οὐ πάνδαμος: ἱλάσκεο τὰν θεόν, εἰπὼν
Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας
οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα, καὶ βίον ἔσχε
ξυνόν, ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια: κηδόμενοι γὰρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.