previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολλή με ἀνάγκη κατείληφεν, ἄνδρες πολῖται, κήδεσθαι τῶν παιδίων τούτων καὶ νηπίων. Ταρκύνιος γὰρ πάππος αὐτῶν ἀπάτορα καὶ ἄπολιν ὄντα με παραλαβὼν ἐξέθρεψεν οὐδὲν ἐνδεέστερον ἄγων τῶν αὑτοῦ τέκνων καὶ τὴν ἑτέραν τῶν θυγατέρων ἔδωκέ μοι γυναῖκα, καὶ παρὰ πάντα τὸν τοῦ βίου χρόνον ὥσπερ ἐξ αὑτοῦ γεγονότα τιμῶν καὶ φιλῶν, ὡς καὶ ὑμεῖς ἴστε, διετέλεσε, καὶ ἐπειδὴ τὰ περὶ τὴν ἐπιβουλὴν αὐτῷ συνέπεσεν, εἴ τι πάθοι τῶν ἀνθρωπίνων, [2] ἐμοὶ τὴν ἐπιμέλειαν τῶν παιδίων ἐπίστευσε. τίς οὖν πρὸς θεοὺς ὅσιον πρὸς ἀνθρώπους δίκαιον ὑπολήψεταί με, ἐὰν ἐγκαταλίπω καὶ προδῶ τοὺς ὀρφανούς, οἷς τοσαύτας ὀφείλω χάριτας; ἀλλ᾽ οὔτε τὴν ἐμαυτοῦ προδώσω πίστιν οὐδὲ τὴν τῶν παιδίων ἐρημίαν ἐγκαταλείψω κατὰ δύναμιν τὴν ἐμήν. δίκαιοι δ᾽ ἐστὲ καὶ ὑμεῖς διαμεμνῆσθαι τὰς εὐεργεσίας, ἃς πάππος αὐτῶν τὸ κοινὸν εὐηργέτησεν ὑποτάξας μὲν ὑμῖν τὰς Λατίνων τοσαύτας πόλεις ἀντιποιουμένας τῆς ἀρχῆς, ὑπηκόους δὲ ποιήσας Τυρρηνοὺς ἅπαντας μέγιστον τῶν περιοίκων [p. 17] δυναμένους, ἀναγκάσας δὲ τὸ Σαβίνων ἔθνος ὑποχείριον ὑμῖν γενέσθαι, μετὰ πολλῶν ἅκαντα ταῦτα καὶ μεγάλων κινδύνων κατεργασάμενος. [3] ὅσον μὲν οὖν αὐτὸς ἔζη χρόνον, ἐκείνῳ κροσῆκεν ὑμᾶς τὰς ὑπὲρ τῶν εὐεργεσιῶν χάριτας εἰδέναι, ἐπειδὴ δὲ τετελεύτηκε τὸν βίον τοῖς ἐγγόνοις αὐτοῦ τὰς ἀμοιβὰς ἀποτίνειν, καὶ μὴ συγκατορύττειν ἅμα τοῖς σώμασι τῶν εὐεργετῶν καὶ τὴν μνήμην τῶν ἔργων. δόξατε οὖν κοινῇ πάντες ἐπίτροποι καταλελεῖφθαι τῶν παιδίων καὶ βεβαιοῦτε αὐτοῖς ἣν πάππος κατέλιπεν ἀρχήν. οὐδὲν γὰρ τοσοῦτον ἀπολαύσειαν ἂν ἐκ τῆς ἐμῆς ἑνὸς ὄντος προστασίας, ὅσον ἐκ τῆς κοινῆς ἁπάντων ὑμῶν βοηθείας. [4] ταῦτα δ᾽ εἰπεῖν ἠνάγκασμαι συνισταμένους τινὰς ἐπ᾽ αὐτοὺς αἰσθόμενος καὶ τὴν ἀρχὴν ἑτέροις παραδοῦναι βουλομένους. ἀξιῶ δ᾽ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, καὶ τῶν ἐμῶν μεμνημένους ἀγώνων, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμην, οὔτε μικρῶν ὄντων οὔτ᾽ ὀλίγων, οὓς οὐδὲν δέομαι πρὸς εἰδότας ὑμᾶς λέγειν, τὰς ἀντὶ τούτων ὀφειλομένας ἐμοὶ χάριτας τοῖς παιδίοις ἀκοδοῦναι τούτοις. οὐ γὰρ ἰδίαν ἀρχὴν ἐμαυτῷ κατασκευαζόμενος, ἧς οὐδενὸς ἧττον ἄξιος ἦν βουληθεὶς τυγχάνειν, ἀλλὰ τῷ Ταρκυνίου γένει βοηθῶν τὰ κοινὰ πράττειν προῄρημαι. [5] ἱκέτης δ᾽ ὑμῶν γίνομαι μὴ τοὺς ὀρφανοὺς ἐγκαταλιπεῖν [p. 18] νῦν μὲν ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας, εἰ δ᾽ πρώτη πεῖρα τοῖς ἐχθροῖς αὐτῶν χωρήσει κατὰ νοῦν, καὶ ἐκ τῆς πόλεως ἐξελαθησομένους. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ὡς ἐγνωκόσιν ὑμῖν τὰ δέοντα καὶ ποιήσουσιν, ὅσα προσήκει, οὐδὲν δέομαι πλείω λέγειν: δὲ παρεσκεύασμαι ποιεῖν ὑμᾶς αὐτὸς ἀγαθὰ καὶ ὧν χάριν τὴν ἐκκλησίαν συνεκάλεσα, ἀκούσατέ μου. [6] ὅσοι μὲν ὑμῶν ὀφείλοντες ἤδη χρέα διὰ πενίαν ἀδύνατοί εἰσιν ἀποδοῦναι, τούτοις βοηθεῖν προθυμούμενος, ἐπειδὴ πολῖταί τ᾽ εἰσι καὶ πολλοὺς ὑπὲρ τῆς πατρίδος ἀνηντλήκασι πόνους, ἵνα μὴ τὴν ἰδίαν ἀφαιρεθῶσιν ἐλευθερίαν οἱ τὴν κοινὴν βεβαιώσαντες, ἐκ τῶν ἐμαυτοῦ [7] χρημάτων δίδωμι διαλύσασθαι τὰ χρέα. ὅσοι δ᾽ ἂν μετὰ ταῦτα δανείσωνται, τούτους οὐκ ἐάσω πρὸς τὰ χρέα ἀπάγεσθαι καὶ νόμον θήσομαι μηδένα δανείζειν ἐπὶ σώμασιν ἐλευθέροις ἱκανὸν ἡγούμενος τοἱς δανεισταῖς τῆς οὐσίας τῶν συμβαλόντων κρατεῖν. ἵνα δὲ καὶ τὰς εἰς τὸ δημόσιον γινομένας εἰσφοράς, δι᾽ ἃς οἱ πένητες ἐπιβαροῦνταί τε καὶ ἀναγκάζονται δανείσματα ποιεῖν, κουφοτέρας εἰς τὸ λοιπὸν φέρητε, τιμήσασθαι τὰς οὐσίας ἅπαντας κελεύσω καὶ ἀπὸ τοῦ τιμήματος ἕκαστον εἰσφέρειν τὸ ἐπιβάλλον, ὡς ἐν ταῖς μεγίσταις καὶ εὐνομωτάταις πόλεσι πυνθάνομαι γινόμενον, δίκαιόν [p. 19] τε καὶ συμφέρον τῷ κοινῷ τοῦθ᾽ ἡγούμενος τοὺς μὲν πολλὰ κεκτημένους πολλὰ εἰσφέρειν, τοὺς δ᾽ ὀλίγα ἔχοντας ὀλίγα. [8] δοκεῖ δέ μοι καὶ τῆς δημοσίας γῆς, ἣν διὰ τῶν ὅπλων κτησάμενοι κατέχετε, μὴ τοὺς ἀναιδεστάτους ὥσπερ νῦν κρατεῖν οὔτε χάριτι λαβόντας οὔτ᾽ ὠνῇ κτησαμένους, ἀλλὰ τοὺς μηδένα κλῆρον ἔχοντας ὑμῶν, ἵνα μὴ θητεύητε ὄντες ἐλεύθεροι μηδὲ τὰς ἀλλοτρίας κτήσεις, ἀλλὰ τὰς ἰδίας γεωργῆτε: οὐ γὰρ ἂν γένοιτο φρόνημα εὐγενὲς ἐν ἀνδράσιν ἀπορουμένοις τῶν καθ᾽ ἡμέραν ἀναγκαίων. [9] ὑπὲρ ἅπαντα δὲ ταῦτ᾽ ἔγνων καὶ ἴσην καὶ κοινὴν ποιεῖν τὴν πολιτείαν καὶ τὰ δίκαια πᾶσι πρὸς ἅπαντας ὅμοια. εἰς τοῦτο γὰρ ἥκουσί τινες αὐθαδείας, ὥσθ᾽ ὑβρίζειν εἰς τὸ δημοτικὸν ἀξιοῦσι καὶ μηδ᾽ ἐλευθέρους ἡγεῖσθαι τοὺς πένητας ὑμῶν. ἵνα δὲ καὶ λαμβάνωσι τὰ δίκαια καὶ ὑπέχωσιν οἱ μείζους τοῖς ἐλάττοσιν ἐξ ἴσου, νόμους θήσομαι κωλυτὰς μὲν τῆς βίας, φύλακας δὲ τῆς δικαιοσύνης καὶ αὐτὸς οὐδένα χρόνον ἀνήσω τῆς ἁπάντων προνοούμενος ἰσηγορίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: