previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔπειτ᾽ Αἰκανῶν τε καὶ Οὐολούσκων ἑτέρα δύναμις καλὸν ὑπολαμβάνουσα καιρὸν ἔχειν προνομεῦσαι τὴν Ῥωμαίων γῆν, ἐξεστρατευμένης αὐτῶν τῆς κρατίστης δυνάμεως, ἐξῆλθε νυκτός: καὶ ἐμβαλοῦσα εἰς τὴν προσωτάτω χώραν, ἔνθα τοῖς γεωργοῖς δέος οὐδὲν εἶναι ἐδόκει, πολλῶν γίνονται χρημάτων καὶ [2] σωμάτων ἐγκρατεῖς. οὐ μὴν καλάς γ᾽ οὐδ᾽ εὐτυχεῖς τὰς ἐσχάτας ἔσχον ἐκεῖθεν ἀπαλλαγάς. γὰρ ἕτερος τῶν ὑπάτων Ποστόμιος ἄγων τὴν συναχθεῖσαν ἐπικουρίαν τοῖς ἐν τῷ χάρακι πολεμουμένοις, ὡς ἔμαθε τὰ γινόμενα ὑπὸ τῶν πολεμίων, ἐπιφαίνεται αὐτοῖς ἐκ τοῦ ἀνελπίστου. [3] οἱ δ᾽ οὔτε κατεπλάγησαν οὔτ᾽ ἔδεισαν αὐτοῦ τὴν ἔφοδον, ἀλλ᾽ ἀποθέμενοι σχολῇ τὰς ἀποσκευὰς καὶ τὰ λάφυρα εἰς ἓν χωρίον ἐχυρὸν καὶ φυλακὴν τὴν ἀρκοῦσαν ἐπὶ τούτοις καταλιπόντες οἱ λοιποὶ συντεταγμένοι χωροῦσι τοῖς Ῥωμαίοις ὁμόσε: καὶ συμπεσόντες ἄξια λόγου ἔργα ἀπεδείκνυντ᾽ ὀλίγοι μὲν πρὸς πολλοὺς ἀγωνιζόμενοισυνέρρεον γὰρ ἐκ τῶν ἀγρῶν ἐπ᾽ αὐτοὺς συχνοὶ ἤδη διεσκεδασμένοιψιλῇ [p. 392] ὁπλίσει πρὸς ἄνδρας ὅλα τὰ σώματα ἔχοντας ἐν φυλακῇ ἐποίησάν τε πολλοὺς τῶν Ῥωμαίων νεκροὺς καὶ μικροῦ ἐδέησαν ἐν ἀλλοτρίᾳ γῇ καταληφθέντες τρόπαια τῶν ἐλθόντων ἐπὶ σφᾶς αὐτοὺς ἀναστῆσαι. [4] ἀλλ᾽ γ᾽ ὕπατος καὶ οἱ σὺν αὐτῷ Ῥωμαίων ἱππεῖς ἐπίλεκτοι, ἀχαλινώτοις ἐπελάσαντες τοῖς ἵπποις κατὰ τὸ καρτερώτατόν τε καὶ ἄριστα μαχόμενον αὐτῶν μέρος, διασπῶσι τὴν τάξιν καὶ καταβάλλουσι συχνούς. διαφθαρέντων δὲ τῶν προμάχων καὶ λοιπὴ δύναμις ἀποτραπεῖσα ἐνέκλινεν εἰς φυγήν, οἵ τε φυλάττοντες τὰς ἀποσκευὰς μεθέμενοι αὐτῶν ἀπιόντες ᾤχοντο ἀνὰ τὰ πλησίον ὄρη. κατ᾽ αὐτὸν μὲν οὖν τὸν ἀγῶνα ὀλίγοι τινὲς αὐτῶν διεφθάρησαν, ἐν δὲ τῇ φυγῇ πάνυ πολλοί, χώρας τ᾽ ἄπειροι ὄντες καὶ ὑπὸ τῆς Ῥωμαίων ἵππου διωκόμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: