previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ μὲν οὖν, ἔφη, ἥδε ἀρχὴ μεθ᾽ ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων: νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτ᾽ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς; ὥστε περίεστιν ἡμῖν ἴασιν καὶ ἀλεξήματα τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς [p. 354] [2] πονηρᾶς ῥίζης. οὐ γὰρ ἔσται πέρας οὐδ᾽ ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἕως ἂν ἥδε βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δ᾽ ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω: οὔθ᾽ ὅδε νόμος οὔτ᾽ ἄλλος οὐδείς, ὃν οὐχ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδ᾽ ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι: καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: