[112ε]
Σωκράτης
ὁρᾷς αὖ τοῦθ᾽ ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη;Ἀλκιβιάδης
τὸ ποῖον;Σωκράτης
ὅτι ἐμὲ φῂς ταῦτα λέγειν.Ἀλκιβιάδης
τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων;Σωκράτης
οὐ μέντοι.Ἀλκιβιάδης
ἀλλ᾽ ἐγώ;Σωκράτης
ναί.Ἀλκιβιάδης
πῶς δή;Σωκράτης
ὧδε εἴσῃ. ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο;Ἀλκιβιάδης
ἔγωγε.Σωκράτης
πόσῳ;Ἀλκιβιάδης
ἑνί.Σωκράτης
πότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω;Ἀλκιβιάδης
ἐγώ.Σωκράτης
οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δ᾽ ἀπεκρίνου;Ἀλκιβιάδης
ναί.