[122δ]
τοιούτοις. εἰ δ᾽ αὖ τι καὶ πλούτῳ προσέχεις καὶ κατὰ τοῦτο οἴει τι εἶναι, μηδὲ τοῦθ᾽ ἡμῖν ἄρρητον ἔστω, ἐάν πως αἴσθῃ οὗ εἶ. τοῦτο μὲν γὰρ εἰ ἐθέλεις εἰς τοὺς Λακεδαιμονίων πλούτους ἰδεῖν, γνώσῃ ὅτι πολὺ τἀνθάδε τῶν ἐκεῖ ἐλλείπει: γῆν μὲν γὰρ ὅσην ἔχουσιν τῆς θ᾽ ἑαυτῶν καὶ Μεσσήνης, οὐδ᾽ ἂν εἷς ἀμφισβητήσειε τῶν τῇδε πλήθει οὐδ᾽ ἀρετῇ, οὐδ᾽ αὖ ἀνδραπόδων κτήσει τῶν τε ἄλλων καὶ τῶν εἱλωτικῶν, οὐδὲ μὴν ἵππων γε, οὐδ᾽ ὅσα ἄλλα βοσκήματα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.