[127α]
Σωκράτης
τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτ᾽ ἂν ὁμονοεῖν μὴ μαθοῦσα;Ἀλκιβιάδης
οὐ δῆτα.Σωκράτης
ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι.Ἀλκιβιάδης
ἔγωγε.Σωκράτης
ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον.Ἀλκιβιάδης
πῶς δ᾽ οὔ;Σωκράτης
οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.Ἀλκιβιάδης
οὔ.Σωκράτης
οὐδ᾽ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.Ἀλκιβιάδης
οὐ φαίνεται.Σωκράτης
ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.