[127δ]
Σωκράτης
τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθ᾽ ἥτις οὔτ᾽ ἐν οἷστισιν: τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ δ᾽ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου.Ἀλκιβιάδης
ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδ᾽ αὐτὸς οἶδ᾽ ὅτι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.Σωκράτης
ἀλλὰ χρὴ θαρρεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς