previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[885α] εἰς ἱερὰ δὲ ἴδια καὶ τάφους δεύτερα καὶ δευτέρως, εἰς δὲ γονέας τρίτα, χωρὶς τῶν ἔμπροσθεν εἰρημένων, ὅταν ὑβρίζῃ τις. τέταρτον δὲ γένος ὕβρεως, ὅταν ἀφροντιστῶν τις ἀρχόντων ἄγῃ φέρῃ χρῆταί τινι τῶν ἐκείνων μὴ πείσας αὐτούς, πέμπτον δὲ τὸ πολιτικὸν ἂν εἴη ἑκάστου τῶν πολιτῶν ὑβρισθὲν δίκην ἐπικαλούμενον. οἷς δὴ δοτέον εἰς κοινὸν νόμον ἑκάστοις. ἱεροσυλία μὲν γὰρ εἴρηται [885β] συλλήβδην, βίαιός τε καὶ λάθρᾳ ἐὰν γίγνηται, τί χρὴ πάσχειν: ὅσα δὲ λόγῳ καὶ ὅσα ἔργῳ περὶ θεοὺς ὑβρίζει τις λέγων πράττων, τὸ παραμύθιον ὑποθεμένῳ ῥητέον δεῖ πάσχειν. ἔστω δὴ τόδε. θεοὺς ἡγούμενος εἶναι κατὰ νόμους οὐδεὶς πώποτε οὔτε ἔργον ἀσεβὲς ἠργάσατο ἑκὼν οὔτε λόγον ἀφῆκεν ἄνομον, ἀλλὰ ἓν δή τι τῶν τριῶν πάσχων, τοῦτο, ὅπερ εἶπον, οὐχ ἡγούμενος, τὸ δεύτερον ὄντας οὐ φροντίζειν ἀνθρώπων, τρίτον εὐπαραμυθήτους εἶναι θυσίαις τε καὶ εὐχαῖς παραγομένους. [885ξ]

Κλεινίας
τί οὖν δὴ δρῷμεν ἂν καὶ λέγοιμεν πρὸς αὐτούς;

Ἀθηναῖος
ὠγαθέ, ἐπακούσωμεν αὐτῶν πρῶτον τῷ καταφρονεῖν ἡμῶν προσπαίζοντας αὐτοὺς λέγειν μαντεύομαι.

Κλεινίας
ποῖα δή;

Ἀθηναῖος
ταῦτα τάχ᾽ ἂν ἐρεσχηλοῦντες εἴποιεν: ξένε Ἀθηναῖε καὶ Λακεδαιμόνιε καὶ Κνώσιε, ἀληθῆ λέγετε. ἡμῶν γὰρ οἱ μὲν τὸ παράπαν θεοὺς οὐδαμῶς νομίζομεν, οἱ δὲ οἵους ὑμεῖς λέγετε. ἀξιοῦμεν δή, καθάπερ ὑμεῖς ἠξιώκατε [885δ] περὶ νόμων, πρὶν ἀπειλεῖν ἡμῖν σκληρῶς, ὑμᾶς πρότερον ἐπιχειρεῖν πείθειν καὶ διδάσκειν ὡς εἰσὶ θεοί, τεκμήρια λέγοντες ἱκανά, καὶ ὅτι βελτίους παρὰ τὸ δίκαιον ὑπό τινων δώρων παρατρέπεσθαι κηλούμενοι. νῦν μὲν γὰρ ταῦτα ἀκούοντές τε καὶ τοιαῦθ᾽ ἕτερα τῶν λεγομένων ἀρίστων εἶναι ποιητῶν τε καὶ ῥητόρων καὶ μάντεων καὶ ἱερέων καὶ ἄλλων μυριάκις μυρίων, οὐκ ἐπὶ τὸ μὴ δρᾶν τὰ ἄδικα τρεπόμεθα οἱ [885ε] πλεῖστοι, δράσαντες δ᾽ ἐξακεῖσθαι πειρώμεθα. παρὰ δὲ δὴ νομοθετῶν, φασκόντων εἶναι μὴ ἀγρίων ἀλλὰ ἡμέρων, ἀξιοῦμεν πειθοῖ πρῶτον χρῆσθαι πρὸς ἡμᾶς, εἰ μὴ πολλῷ βελτίω τῶν ἄλλων λέγοντας περὶ θεῶν ὡς εἰσίν, ἀλλ᾽ οὖν βελτίω γε πρὸς ἀλήθειαν, καὶ τάχα πειθοίμεθ᾽ ἂν ἴσως ὑμῖν. ἀλλ᾽ ἐπιχειρεῖτε, εἴ τι μέτριον λέγομεν, εἰπεῖν προκαλούμεθα.

Κλεινίας
οὐκοῦν, ξένε, δοκεῖ ῥᾴδιον εἶναι ἀληθεύοντας λέγειν ὡς εἰσὶν θεοί;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: