previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[961α]

Ἀθηναῖος
ἆρ᾽ οὐκ εἴπομεν ὅτι δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά; δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν γίγνοιτο ἓν καίριον ἀκοῦσαι καὶ σωθέντας οἴκαδε, δόξαι, τούτοις αὐτοῖς διαβασανισθέντας, τοῦ συλλόγου ἀξιοκοινωνήτους εἶναι: πρὸς τούτοις δὲ ἕνα ἕκαστον δεῖν προσλαμβάνειν τῶν [961β] νέων, μὴ ἔλαττον τριάκοντ᾽ ἔτη γεγονότα, πρῶτον δὲ αὐτὸν κρίναντα ἐπάξιον εἶναι φύσει καὶ τροφῇ, τὸν νέον οὕτως εἰς τοὺς ἄλλους εἰσφέρειν, καὶ ἐὰν μὲν δόξῃ καὶ τοῖς ἄλλοις, προσλαμβάνειν, εἰ δὲ μή, ἀπόρρητον εἶναι τὴν γεγονυῖαν κρίσιν τοῖς τε ἄλλοις δὴ καὶ μάλιστ᾽ αὐτῷ τῷ ἀποκριθέντι: δεῖν δὲ ὄρθριον εἶναι τὸν σύλλογον, ἡνίκ᾽ ἂν τῶν ἄλλων πράξεων ἰδίων τε καὶ κοινῶν καὶ μάλιστ᾽ τις σχολὴ παντί. τοιοῦτόν τί που λεχθὲν ἡμῖν ἦν ἐν τοῖς [961ξ] ἔμπροσθεν λόγοις;

Κλεινίας
ἦν γὰρ οὖν.

Ἀθηναῖος
τούτου δὴ πέρι τοῦ συλλόγου πάλιν ἀναλαβὼν λέγοιμ᾽ ἂν τὸ τοιόνδε. φημί, εἴ τις τοῦτον βάλοιτο οἷον ἄγκυραν πάσης τῆς πόλεως, πάντα ἔχουσαν τὰ πρόσφορα ἑαυτῇ, σῴζειν ἂν σύμπαντα βουλόμεθα.

Κλεινίας
πῶς δή;

Ἀθηναῖος
τὸ μετὰ τοῦτο ἡμέτερος ἂν καιρὸς γίγνοιτο ὀρθῶς φράζοντας μηδὲν ἀπολείπειν προθυμίας.

Κλεινίας
καὶ μάλα καλῶς εἶπες, ποίει θ᾽ ὥσπερ καὶ διανοῇ. [961δ]

Ἀθηναῖος
χρὴ τοίνυν, Κλεινία, παντὸς πέρι νοῆσαι σωτῆρα τὸν εἰκότα ἐν ἑκάστοις τῶν ἔργων, ὡς ἐν ζῴῳ ψυχὴ καὶ κεφαλή, τό γε μέγιστον, πεφύκατον.

Κλεινίας
πῶς αὖ φῄς;

Ἀθηναῖος
τούτοιν ἀρετὴ δήπου παντὶ παρέχει ζῴῳ σωτηρίαν.

Κλεινίας
πῶς;

Ἀθηναῖος
ψυχῇ μὲν πρὸς τοῖς ἄλλοις νοῦς ἐγγιγνόμενος, κεφαλῇ δ᾽ αὖ πρὸς τοῖς ἄλλοις ὄψις καὶ ἀκοή: συλλήβδην δὲ νοῦς μετὰ τῶν καλλίστων αἰσθήσεων κραθείς, γενόμενός τε εἰς ἕν, σωτηρία ἑκάστων δικαιότατ᾽ ἂν εἴη καλουμένη.

Κλεινίας
ἔοικε γοῦν. [961ε]

Ἀθηναῖος
ἔοικε γάρ. ἀλλ᾽ περὶ τί νοῦς μετ᾽ αἰσθήσεων κραθεὶς σωτηρία πλοίων ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις γίγνοιτ᾽ ἄν; ἆρ᾽ οὐκ ἐν νηὶ κυβερνήτης ἅμα καὶ ναῦται τὰς αἰσθήσεις τῷ κυβερνητικῷ νῷ συγκερασάμενοι σῴζουσιν αὑτούς τε καὶ τὰ περὶ τὴν ναῦν;

Κλεινίας
τί μήν;

Ἀθηναῖος
οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων: ἀλλ᾽ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: