previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[721α] πρώτην πόλεων πέρι κατακοσμήσει ταῖς τάξεσιν;

Κλεινίας
τί μήν;

Ἀθηναῖος
ἀρχὴ δ᾽ ἐστὶ τῶν γενέσεων πάσαις πόλεσιν ἆρ᾽ οὐχ τῶν γάμων σύμμειξις καὶ κοινωνία;

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
γαμικοὶ δὴ νόμοι πρῶτοι κινδυνεύουσιν τιθέμενοι καλῶς ἂν τίθεσθαι πρὸς ὀρθότητα πάσῃ πόλει.

Κλεινίας
παντάπασι μὲν οὖν.

Ἀθηναῖος
λέγωμεν δὴ πρῶτον τὸν ἁπλοῦν, ἔχοι δ᾽ ἄν πως ἴσως ὧδε[721β]

γαμεῖν δέ, ἐπειδὰν ἐτῶν τις τριάκοντα, μέχρι ἐτῶν πέντε καὶ τριάκοντα, εἰ δὲ μή, ζημιοῦσθαι χρήμασίν τε καὶ ἀτιμίᾳ, χρήμασι μὲν τόσοις καὶ τόσοις, τῇ καὶ τῇ δὲ ἀτιμίᾳ.

μὲν ἁπλοῦς ἔστω τις τοιοῦτος περὶ γάμων, δὲ διπλοῦς ὅδε

γαμεῖν δέ, ἐπειδὰν ἐτῶν τις τριάκοντα, μέχρι τῶν πέντε καὶ τριάκοντα, διανοηθέντα ὡς ἔστιν τὸ ἀνθρώπινον γένος φύσει τινὶ μετείληφεν ἀθανασίας, οὗ καὶ πέφυκεν ἐπιθυμίαν [721ξ] ἴσχειν πᾶς πᾶσαν: τὸ γὰρ γενέσθαι κλεινὸν καὶ μὴ ἀνώνυμον κεῖσθαι τετελευτηκότα τοῦ τοιούτου ἐστὶν ἐπιθυμία. γένος οὖν ἀνθρώπων ἐστίν τι συμφυὲς τοῦ παντὸς χρόνου, διὰ τέλους αὐτῷ συνέπεται καὶ συνέψεται, τούτῳ τῷ τρόπῳ ἀθάνατον ὄν, τῷ παῖδας παίδων καταλειπόμενον, ταὐτὸν καὶ ἓν ὂν ἀεί, γενέσει τῆς ἀθανασίας μετειληφέναι: τούτου δὴ ἀποστερεῖν ἑκόντα ἑαυτὸν οὐδέποτε ὅσιον, ἐκ προνοίας δὲ ἀποστερεῖ ὃς ἂν παίδων καὶ γυναικὸς ἀμελῇ. πειθόμενος [721δ] μὲν οὖν τῷ νόμῳ ἀζήμιος ἀπαλλάττοιτο ἄν, μὴ πειθόμενος δὲ αὖ, μηδὲ γαμῶν ἔτη τριάκοντα γεγονὼς καὶ πέντε, ζημιούσθω μὲν κατ᾽ ἐνιαυτὸν τόσῳ καὶ τόσῳ, ἵνα μὴ δοκῇ τὴν μοναυλίαν οἱ κέρδος καὶ ῥᾳστώνην φέρειν, καὶ μὴ μετεχέτω δὲ τιμῶν ὧν ἂν οἱ νεώτεροι ἐν τῇ πόλει τοὺς πρεσβυτέρους αὑτῶν τιμῶσιν ἑκάστοτε.

τοῦτον δὴ παρ᾽ ἐκεῖνον τὸν νόμον ἀκούσαντα ἔξεστιν περὶ ἑνὸς ἑκάστου διανοηθῆναι, πότερον αὐτοὺς διπλοῦς οὕτω [721ε] δεῖ γίγνεσθαι τῷ μήκει τὸ σμικρότατον, διὰ τὸ πείθειν τε ἅμα καὶ ἀπειλεῖν, τῷ ἀπειλεῖν μόνον χρωμένους ἁπλοῦς γίγνεσθαι τοῖς μήκεσιν.

Μέγιλλος
πρὸς μὲν τοῦ Λακωνικοῦ τρόπου, ξένε, τὸ τὰ βραχύτερα ἀεὶ προτιμᾶν: τούτων μὴν τῶν γραμμάτων εἴ τις κριτὴν ἐμὲ κελεύοι γίγνεσθαι πότερα βουλοίμην ἂν ἐν τῇ πόλει μοι γεγραμμένα τεθῆναι, τὰ μακρότερ᾽ ἂν ἑλοίμην,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: