previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[941α]

Ἀθηναῖος
ἐὰν ὡς πρεσβευτής τις κῆρυξ καταψευδόμενος τῆς πόλεως παραπρεσβεύηται πρός τινα πόλιν, πεμπόμενος μὴ τὰς οὔσας πρεσβείας ἐφ᾽ αἷς πέμπεται ἀπαγγέλλῃ, πάλιν αὖ παρὰ τῶν πολεμίων καὶ φίλων μὴ τὰ παρ᾽ ἐκείνων ὀρθῶς ἀποπρεσβεύσας γένηται φανερὸς κηρυκεύσας, γραφαὶ κατὰ τούτων ἔστων ὡς Ἑρμοῦ καὶ Διὸς ἀγγελίας καὶ ἐπιτάξεις παρὰ νόμον ἀσεβησάντων, τίμημα δὲ ὅτι χρὴ [941β] πάσχειν ἀποτίνειν, ἐὰν ὄφλῃ.

κλοπὴ μὲν χρημάτων ἀνελεύθερον, ἁρπαγὴ δὲ ἀναίσχυντον: τῶν Διὸς δὲ ὑέων οὐδεὶς οὔτε δόλοις οὔτε βίᾳ χαίρων ἐπιτετήδευκεν τούτοιν οὐδέτερον. μηδεὶς οὖν ὑπὸ ποιητῶν μηδ᾽ ἄλλως ὑπό τινων μυθολόγων πλημμελῶν περὶ τὰ τοιαῦτα ἐξαπατώμενος ἀναπειθέσθω, καὶ κλέπτων βιαζόμενος οἰέσθω μηδὲν αἰσχρὸν ποιεῖν ἀλλ᾽ ἅπερ αὐτοὶ θεοὶ δρῶσιν: οὔτε γὰρ ἀληθὲς οὔτ᾽ εἰκός, ἀλλ᾽ ὅς τι δρᾷ τοιοῦτον παρανόμως, οὔτε θεὸς οὔτε παῖς ἐστίν ποτε θεῶν, [941ξ] ταῦτα δὲ νομοθέτῃ μᾶλλον προσήκει γιγνώσκειν ποιηταῖς σύμπασιν. μὲν οὖν πεισθεὶς ἡμῶν τῷ λόγῳ εὐτυχεῖ τε καὶ εἰς χρόνον ἅπαντα εὐτυχοῖ, δὲ ἀπιστήσας τὸ μετὰ ταῦτα τοιῷδέ τινι μαχέσθω νόμῳ: ἐάν τίς τι κλέπτῃ δημόσιον μέγα καὶ σμικρόν, τῆς αὐτῆς δίκης δεῖ. μικρόν τι γὰρ κλέπτων ἔρωτι μὲν ταὐτῷ, δυνάμει δὲ ἐλάττονι [941δ] κέκλοφεν, τε τὸ μεῖζον κινῶν οὐ καταθέμενος ὅλον ἀδικεῖ: δίκης οὖν οὐδέτερον οὐδετέρου ἐλάττονος ἕνεκα μεγέθους τοῦ κλέμματος νόμος ἀξιοῖ ζημιοῦν, ἀλλὰ τῷ τὸν μὲν ἴσως ἂν ἰάσιμον ἔτ᾽ εἶναι, τὸν δ᾽ ἀνίατον. ξένον μὲν δὴ τῶν δημοσίων δοῦλον ἄν τίς τι κλέπτοντα ἐν δικαστηρίῳ ἕλῃ, ὡς ἰασίμῳ ἐκ τῶν εἰκότων ὄντι, τί χρὴ παθεῖν τίνα ζημίαν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: