previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[791α] ἔξωθέν τις προσφέρῃ τοῖς τοιούτοις πάθεσι σεισμόν, τῶν ἔξωθεν κρατεῖ κίνησις προσφερομένη τὴν ἐντὸς φοβερὰν οὖσαν καὶ μανικὴν κίνησιν, κρατήσασα δέ, γαλήνην ἡσυχίαν τε ἐν τῇ ψυχῇ φαίνεσθαι ἀπεργασαμένη τῆς περὶ τὰ τῆς καρδίας χαλεπῆς γενομένης ἑκάστων πηδήσεως, παντάπασιν ἀγαπητόν τι, τοὺς μὲν ὕπνου λαγχάνειν ποιεῖ, τοὺς δ᾽ ἐγρηγορότας ὀρχουμένους τε καὶ αὐλουμένους μετὰ θεῶν, οἷς ἂν καλλιεροῦντες ἕκαστοι θύωσι, κατηργάσατο ἀντὶ μανικῶν [791β] ἡμῖν διαθέσεων ἕξεις ἔμφρονας ἔχειν. καὶ ταῦτα, ὡς διὰ βραχέων γε οὕτως εἰπεῖν, πιθανὸν λόγον ἔχει τινά.

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
εἰ δέ γε οὕτως τοιαύτην τινὰ δύναμιν ἔχει ταῦτα, ἐννοεῖν χρὴ τόδε παρ᾽ αὑτοῖς, ὡς ἅπασα ψυχὴ δείμασιν συνοῦσα ἐκ νέων μᾶλλον ἂν διὰ φόβων ἐθίζοιτο γίγνεσθαι: τοῦτο δέ που πᾶς ἂν φαίη δειλίας ἄσκησιν ἀλλ᾽ οὐκ ἀνδρείας γίγνεσθαι.

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
τὸ δέ γε ἐναντίον ἀνδρείας ἂν φαῖμεν ἐκ νέων εὐθὺς [791ξ] ἐπιτήδευμα εἶναι, τὸ νικᾶν τὰ προσπίπτονθ᾽ ἡμῖν δείματά τε καὶ φόβους.

Κλεινίας
ὀρθῶς.

Ἀθηναῖος
ἓν δὴ καὶ τοῦτο εἰς ψυχῆς μόριον ἀρετῆς, τὴν τῶν παντελῶς παίδων γυμναστικὴν ἐν ταῖς κινήσεσιν, μέγα ἡμῖν φῶμεν συμβάλλεσθαι.

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
καὶ μὴν τό γε μὴ δύσκολον ἐν ψυχῇ καὶ τὸ δύσκολον οὐ σμικρὸν μόριον εὐψυχίας καὶ κακοψυχίας ἑκάτερον γιγνόμενον γίγνοιτ᾽ ἄν.

Κλεινίας
πῶς δ᾽ οὔ; [791δ]

Ἀθηναῖος
τίνα οὖν ἂν τρόπον εὐθὺς ἐμφύοιθ᾽ ἡμῖν ὁπότερον βουληθεῖμεν τῷ νεογενεῖ, φράζειν δὴ πειρατέον ὅπως τις καὶ καθ᾽ ὅσον εὐπορεῖ τούτων.

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
λέγω δὴ τό γε παρ᾽ ἡμῖν δόγμα, ὡς μὲν τρυφὴ δύσκολα καὶ ἀκράχολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἤθη ἀπεργάζεται, τὸ δὲ τούτων ἐναντίον, τε σφοδρὰ καὶ ἀγρία δούλωσις, ταπεινοὺς καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα, ἀνεπιτηδείους συνοίκους ἀποτελεῖ. [791ε]

Κλεινίας
πῶς οὖν δὴ χρὴ τὰ μήπω φωνῆς συνιέντα, μηδὲ παιδείας τῆς ἄλλης δυνατὰ γεύεσθαί πω, τρέφειν τὴν πόλιν ἅπασαν;

Ἀθηναῖος
ὧδέ πως: φθέγγεσθαί που μετὰ βοῆς εὐθὺς πᾶν εἴωθεν τὸ γενόμενον, καὶ οὐχ ἥκιστα τὸ τῶν ἀνθρώπων γένος: καὶ δὴ καὶ τῷ κλάειν πρὸς τῇ βοῇ μᾶλλον τῶν ἄλλων συνέχεται.

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
οὐκοῦν αἱ τροφοὶ σκοποῦσαι τίνος ἐπιθυμεῖ, τούτοις

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: