previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[891α] τὰ περὶ νόμους προστάγματα ἐν γράμμασι τεθέντα, ὡς δώσοντα εἰς πάντα χρόνον ἔλεγχον, πάντως ἠρεμεῖ, ὥστε οὔτ᾽ εἰ χαλεπὰ κατ᾽ ἀρχὰς ἀκούειν ἐστὶν φοβητέον, γ᾽ ἔσται καὶ τῷ δυσμαθεῖ πολλάκις ἐπανιόντι σκοπεῖν, οὔτε εἰ μακρά, ὠφέλιμα δέ, διὰ ταῦτα λόγον οὐδαμῇ ἔχει οὐδὲ ὅσιον ἔμοιγε εἶναι φαίνεται τὸ μὴ οὐ βοηθεῖν τούτοις τοῖς λόγοις πάντα ἄνδρα κατὰ δύναμιν.

Μέγιλλος
ἄριστα, ξένε, δοκεῖ μοι λέγειν Κλεινίας. [891β]

Ἀθηναῖος
καὶ μάλα γε, Μέγιλλε, ποιητέον τε ὡς λέγει. καὶ γὰρ εἰ μὴ κατεσπαρμένοι ἦσαν οἱ τοιοῦτοι λόγοι ἐν τοῖς πᾶσιν ὡς ἔπος εἰπεῖν ἀνθρώποις, οὐδὲν ἂν ἔδει τῶν ἐπαμυνούντων λόγων ὡς εἰσὶν θεοί: νῦν δὲ ἀνάγκη. νόμοις οὖν διαφθειρομένοις τοῖς μεγίστοις ὑπὸ κακῶν ἀνθρώπων τίνα καὶ μᾶλλον προσήκει βοηθεῖν νομοθέτην;

Μέγιλλος
οὐκ ἔστιν.

Ἀθηναῖος
ἀλλὰ δὴ λέγε μοι πάλιν, Κλεινία, καὶ σύκοινωνὸν [891ξ] γὰρ δεῖ σε εἶναι τῶν λόγωνκινδυνεύει γὰρ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα ἡγεῖσθαι τῶν πάντων εἶναι, καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτά, ψυχὴν δὲ ἐκ τούτων ὕστερον. ἔοικεν δὲ οὐ κινδυνεύειν ἀλλὰ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ.

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
ἆρ᾽ οὖν πρὸς Διὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνηυρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων: οὐ [891δ] γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτόμενοι ἀσεβῶν, ἄλλοις τε ἐξάρχοντες, μηδὲ εὖ τοῖς λόγοις ἀλλ᾽ ἐξημαρτημένως χρώμενοι. δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν.

Κλεινίας
εὖ λέγεις: ἀλλ᾽ ὅπῃ, πειρῶ φράζειν.

Ἀθηναῖος
ἔοικεν τοίνυν ἀηθεστέρων ἁπτέον εἶναι λόγων.

Κλεινίας
οὐκ ὀκνητέον, ξένε. μανθάνω γὰρ ὡς νομοθεσίας ἐκτὸς οἰήσῃ βαίνειν, ἐὰν τῶν τοιούτων ἁπτώμεθα [891ε] λόγων. εἰ δὲ ἔστι μηδαμῇ ἑτέρως συμφωνῆσαι τοῖς νῦν κατὰ νόμον λεγομένοις θεοῖς ὡς ὀρθῶς ἔχουσιν ταύτῃ, λεκτέον, θαυμάσιε, καὶ ταύτῃ.

Ἀθηναῖος
λέγοιμ᾽ ἄν, ὡς ἔοικεν, ἤδη σχεδὸν οὐκ εἰωθότα λόγον τινὰ τόνδε. πρῶτον γενέσεως καὶ φθορᾶς αἴτιον ἁπάντων, τοῦτο οὐ πρῶτον ἀλλὰ ὕστερον ἀπεφήναντο εἶναι γεγονὸς οἱ τὴν τῶν ἀσεβῶν ψυχὴν ἀπεργασάμενοι λόγοι, δὲ ὕστερον, πρότερον: ὅθεν ἡμαρτήκασι περὶ θεῶν τῆς ὄντως οὐσίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: