This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13] ὡς δ᾽ ἐς τὴν πόλιν ἀφίκετο, ἡ μὲν μήτηρ αὖθις καὶ Φίλιππος ὅσοι τε ἄλλοι κηδεμόνες ἦσαν αὐτοῦ, ἐδεδοίκεσαν τήν τε τῆς βουλῆς ἐς τὸν Καίσαρα ἀλλοτρίωσιν καὶ τὸ δόγμα, μὴ εἶναι δίκας ἐπὶ Καίσαρι φόνου, καὶ τὴν Ἀντωνίου τότε δυναστεύοντος ἐς αὐτὸν ὑπεροψίαν, οὔτε ἀφικομένου πρὸς τὸν Καίσαρος υἱὸν ἐλθόντα οὔτε προσπέμψαντος αὐτῷ: ὁ δὲ καὶ ταῦτ᾽ ἐπράυνεν, αὐτὸς ἀπαντήσειν ἐς τὸν Ἀντώνιον εἰπὼν οἷα νεώτερος ἐς πρεσβύτερον καὶ ἰδιώτης ἐς ὕπατον καὶ τὴν βουλὴν θεραπεύσειν τὰ εἰκότα. καὶ τὸ δόγμα ἔφη γενέσθαι μηδενός πω τοὺς ἀνδροφόνους διώκοντος: ἀλλ᾽ ὁπότε θαρρήσας τις διώκοι, καὶ τὸν δῆμον ἐπικουρήσειν καὶ τὴν βουλὴν ὡς ἐννόμῳ καὶ τοὺς θεοὺς ὡς δικαίῳ καὶ τὸν Ἀντώνιον ἴσως. εἰ δὲ καὶ τοῦ κλήρου καὶ τῆς θέσεως ὑπερίδοι, ἔς τε τὸν Καίσαρα ἁμαρτήσεσθαι καὶ τὸν δῆμον ἀδικήσειν εἰς τὴν διανομήν. Ἀπερρήγνυ τε λήγων τοῦ λόγου, ὅτι μὴ κινδυνεύειν οἱ καλὸν εἴη μόνον, ἀλλὰ καὶ θνῄσκειν, εἰ προκριθεὶς ἐκ πάντων ἐς τοσαῦτα ὑπὸ τοῦ Καίσαρος ἀντάξιος αὐτοῦ φαίνοιτο φιλοκινδυνοτάτου γεγονότος. τά τε τοῦ Ἀχιλλέως, ὑπόγυά οἱ τότε ὄντα μάλιστα, ἐς τὴν μητέρα ὥσπερ ἐς τὴν Θέτιν ἐπιστρεφόμενος ἔλεγεν: “αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμύνειν.” καὶ τόδε εἰπὼν Ἀχιλλεῖ μὲν ἔφη κόσμον ἀθάνατον ἐκ πάντων εἶναι τοῦτο τὸ ἔπος, καὶ τὸ ἔργον αὐτοῦ μάλιστα: αὐτὸς δ᾽ ἀνεκάλει τὸν Καίσαρα οὐχ ἑταῖρον, ἀλλὰ πατέρα, οὐδὲ συστρατιώτην, ἀλλ᾽ αὐτοκράτορα, οὐδὲ πολέμου νόμῳ πεσόντα, ἀλλ᾽ ἀθεμίστως ἐν βουλευτηρίῳ κατωκοπέντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.