[20] ὁ δὲ Λαίνας, καὶ δίκην τινὰ διὰ τοῦ Κικέρωνός ποτε κατωρθωκώς, ἐκ τοῦ φορείου τὴν κεφαλὴν ἐπισπάσας ἀπέτεμνεν, ἐς τρὶς ἐπιπλήσσων καὶ ἐκδιαπρίζων ὑπὸ ἀπειρίας: ἀπέτεμε δὲ καὶ τὴν χεῖρα, ᾗ τοὺς κατὰ Ἀντωνίου λόγους οἷα τυράννου συγγράφων, ἐς μίμημα τῶν Δημοσθένους, Φιλιππικοὺς ἐπέγραφεν. ἔθεον δὲ οἱ μὲν ἐπὶ ἵππων, οἱ δὲ ἐπὶ νεῶν, αὐτίκα τὸ εὐαγγέλιον Ἀντωνίῳ διαφέροντες: καὶ ὁ Λαίνας ἐν ἀγορᾷ προκαθημένῳ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μακρόθεν ἀνέσειεν ἐπιδεικνύς. ὁ δὲ ἥσθη μάλιστα καὶ τὸν λοχαγὸν ἐστεφάνωσε καὶ πλέοσι τῶν ἄθλων ἐδωρήσατο πέντε καὶ εἴκοσι μυριάσιν Ἀττικῶν δραχμῶν ὡς μέγιστον δὴ τόνδε πάντων ἐχθρὸν καὶ πολεμιώτατόν οἱ γενόμενον ἀνελόντα. ἡ κεφαλὴ δὲ τοῦ Κικέρωνος καὶ ἡ χεὶρ ἐν ἀγορᾷ τοῦ βήματος ἀπεκρέμαντο ἐπὶ πλεῖστον, ἔνθα πρότερον ὁ Κικέρων ἐδημηγόρει: καὶ πλείους ὀψόμενοι συνέθεον ἢ ἀκροώμενοι. λέγεται δὲ καὶ ἐπὶ τῆς διαίτης ὁ Ἀντώνιος τὴν κεφαλὴν τοῦ Κικέρωνος θέσθαι πρὸ τῆς τραπέζης, μέχρι κόρον ἔσχε τῆς θέας τοῦ κακοῦ.
ὧδε μὲν δὴ Κικέρων, ἐπί τε λόγοις ἀοίδιμος ἐς ἔτι νῦν ἀνήρ, καὶ ὅτε ἦρχε τὴν ὕπατον ἀρχήν, ἐς τὰ μέγιστα τῇ πατρίδι γεγονὼς χρήσιμος, ἀνῄρητο καὶ ἀνῃρημένος ἐνυβρίζετο: ὁ δὲ παῖς ἐς τὴν Ἑλλάδα προαπέσταλτο ἐς Βροῦτον. Κόιντος δέ, ὁ τοῦ Κικέρωνος ἀδελφός, ἅμα τῷ παιδὶ καταληφθεὶς ἐδεῖτο τῶν σφαγέων πρὸ τοῦ παιδὸς αὑτὸν ἀνελεῖν: τὰ δὲ ἐναντία καὶ τοῦ παιδὸς ἱκετεύοντος, οἱ σφαγεῖς ἔφασαν ἀμφοτέροις διαιτήσειν καὶ διαλαβόντες ἕτερον ἕτεροι κατὰ σύνθημα φονεῖς ἀνεῖλον ὁμοῦ.