previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[80] καὶ αὐτῷ Μέτελλος Καικίλιος Εὐσεβής, ἐκ πολλοῦ τε ᾑρημένος ἐς τὰ λοιπὰ τοῦ συμμαχικοῦ πολέμου καὶ διὰ Κίνναν καὶ Μάριον ἐς τὴν πόλιν οὐκ ἐσελθών, ἀλλὰ ἐν τῇ Λιβυστίδι τὸ μέλλον περιορῶν, αὐτόκλητος σύμμαχος ἀπήντα μεθ᾽ ἧς εἶχε συμμαχίας, ἀνθύπατος ἔτι ὤν: ἔστι γὰρ εἶναι τοῖς αἱρεθεῖσιν, ἔστε ἐπανέλθοιεν ἐς Ῥώμην. ἐπὶ δὲ τῷ Μετέλλῳ καὶ Γναῖος Πομπήιος, μετ᾽ οὐ πολὺ Μέγας παρονομασθείς, Πομπηίου μὲν ὢν παῖς τοῦ διεφθαρμένου τῷ κεραυνῷ, οὐκ εὔνου τῷ Σύλλᾳ νομισθέντος, τὴν δ᾽ ὑποψίαν διαλυόμενος, ἦλθε καὶ τέλος ἤγαγεν, ἐκ τῆς Πικηνίτιδος κατὰ κλέος τοῦ πατρὸς ἰσχύσαντος ἐν αὐτῇ μάλιστα ἀγείρας. μετὰ δ᾽ οὐ πολὺ καὶ δύο ἄλλα συνέλεξε καὶ χρησιμώτατος ἐν τοῖς μάλιστα ὅδε ἀνὴρ ἐγένετο τῷ Σύλλᾳ: ὅθεν αὐτὸν Σύλλας ἔτι νεώτατον ὄντα ἦγεν ἐν τιμῇ καὶ ἐπιόντος, φασίν, ὑπανίστατο μόνῳ. λήγοντος δὲ τοῦ πολέμου καὶ ἐς Λιβύην ἔπεμψεν ἐξελάσαι τε τοὺς Κάρβωνος φίλους καὶ Ἱεμψάλαν ἐκπεσόντα ὑπὸ Νομάδων ἐς τὴν βασιλείαν καταγαγεῖν. ἐφ᾽ δὴ καὶ θριαμβεῦσαι κατὰ τῶν Νομάδων αὐτῷ παρέσχεν Σύλλας, ἔτι ὄντι νέῳ καὶ ἔτι ὄντι τῶν ἱππέων. καὶ ἀπὸ τοῦδε ἐπαρθεὶς ἐς μέγα Πομπήιος ἐπὶ Σερτώριον ἐς Ἰβηρίαν ἐπέμφθη καὶ ἐς τὸν Πόντον ἐπὶ Μιθριδάτην ὕστερον. ἀφίκετο δὲ καὶ Κέθηγος ἐς τὸν Σύλλαν, χαλεπώτατος ἀντιστασιώτης αὐτῷ μετὰ Κίννα καὶ Μαρίου γενόμενος καὶ σὺν ἐκείνοις τῆς πόλεως ἐκπεσών, ἱκέτης τε γιγνόμενος καὶ ἑαυτὸν ὑπηρέτην ἐς τι βούλοιτο παρέχων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: