previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38] δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆς ἀρχῆς εἶναι διάδοχον καταλαβών, οὐ πάντας ἀμφ᾽ αὑτὸν ἔχοντα τοὺς τετρακισχιλίους, ἐπολιόρκει: καὶ οἱ τὸ Κορφίνιον οἰκοῦντες φεύγοντα τὸν Δομίτιον ἀμφὶ τὰς πύλας καταλαβόντες τῷ Καίσαρι προσήγαγον. δὲ τὴν μὲν στρατιὰν αὐτοῦ προστιθεμένην οἱ προθύμως ἐδέχετο ἐς ἐρέθισμα τῶν ἄλλων, Δομίτιον δ᾽ αὐτὸν ἀπαθῆ μετὰ τῶν ἑαυτοῦ χρημάτων μεθῆκεν ὅποι βούλοιτο ἀπιέναι, ἐλπίσας μὲν ἴσως διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσας δ᾽ ἐς Πομπήιον ἰόντα. γιγνομένων δὲ τούτων οὕτως ὀξέως, Πομπήιος ἐς Νουκερίαν ἐκ Καπύης καὶ ἐκ Νουκερίας ἐς Βρεντέσιον ἠπείγετο, ὡς τὸν Ἰόνιον διαβαλῶν ἐς Ἤπειρον καὶ τοῦ πολέμου τὴν παρασκευὴν συστήσων ἐν αὐτῇ. ἔθνεσί τε πᾶσι καὶ βασιλεῦσι καὶ πόλεσι καὶ στρατηγοῖς καὶ δυνάσταις ἔγραφε κατὰ σπουδήν, τι δύναιτο ἕκαστος, ἐς τὸν πόλεμον συμφέρειν. καὶ τάδε μὲν ἀθρόως ἐγίνετο, δ᾽ ἴδιος αὐτοῦ Πομπηίου στρατὸς ἦν ἐν Ἰβηρίᾳ καὶ παρασκευῆς εἶχεν ὡς ὁρμήσων, ὅπῃ ποτ᾽ ἂν αἱ χρεῖαι καλῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), CORFI´NIUM
    • Dictionary of Greek and Roman Geography (1854), LUCE´RIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: