previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7] ἐξελθόντων δὲ τῆς πόλεως τῶν ἀμφὶ τὸν Βροῦτον, ἐπὶ δυναστείας ὢν Ἀντώνιος ἤδη μοναρχικῆς ἀρχὴν ἔθνους καὶ στρατιᾶς αὑτῷ περιέβλεπε: καὶ Συρίας μὲν ἐπεθύμει μάλιστα, οὐκ ἠγνόει δὲ ὢν δι᾽ ὑπονοίας καὶ μᾶλλον ἐσόμενος, εἴ τι αἰτοίη: καὶ γὰρ αὐτῷ κρύφα Δολοβέλλαν τὸν ἕτερον ὕπατον ἐπήλειφεν εἰς ἐναντίωσιν βουλή, διάφορον αἰεὶ τῷ Ἀντωνίῳ γενόμενον. αὐτὸν οὖν τὸν Δολοβέλλαν Ἀντώνιος, νέον τε καὶ φιλότιμον εἰδώς, ἔπεισεν αἰτεῖν Συρίαν ἀντὶ Κασσίου καὶ τὸν ἐς Παρθυαίους κατειλεγμένον στρατὸν ἐπὶ τοὺς Παρθυαίους, αἰτεῖν δὲ οὐ παρὰ τῆς βουλῆς ῾οὐ γὰρ ἐξῆν̓, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ. καὶ μὲν ἡσθεὶς αὐτίκα προυτίθει τὸν νόμον, καὶ τῆς βουλῆς αἰτιωμένης αὐτὸν παραλύειν τὰ δόξαντα τῷ Καίσαρι τὸν μὲν ἐπὶ Παρθυαίους πόλεμον οὐδενὶ ἔφη ὑπὸ Καίσαρος ἐπιτετράφθαι, Κάσσιον δὲ τὸν Συρίας ἀξιωθέντα αὐτόν τι τῶν Καίσαρος πρότερον ἀλλάξαι, δόντα πωλεῖν τὰ κληρουχήματα τοῖς λαβοῦσι πρὸ τῶν νενομισμένων εἴκοσιν ἐτῶν: καὶ αὐτὸς δὲ αἰδεῖσθαι Συρίας οὐκ ἀξιούμενος, Δολοβέλλας ὤν, πρὸ Κασσίου. οἱ μὲν δὴ τῶν δημάρχων τινὰ Ἀσπρήναν ἔπεισαν ἐν τῇ χειροτονίᾳ ψεύσασθαι περὶ διοσημείας, ἐλπίσαντές τι καὶ Ἀντώνιον συμπράξειν, ὕπατόν τε ὄντα καὶ τῶν σημείων ἱερέα καὶ διάφορον ἔτι νομιζόμενον εἶναι τῷ Δολοβέλλᾳ: δ᾽ Ἀντώνιος, ἐπεὶ τῆς χειροτονίας οὔσης Ἀσπρήνας ἔφη διοσημείαν ἀπαίσιον γεγονέναι, ἔθους ὄντος ἑτέρους ἐπὶ τοῦτο πέμπεσθαι, πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος τᾲς φυλὰς ἐκέλευε χειροτονεῖν περὶ τοῦ Δολοβέλλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: