Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74] αἱ μὲν δὴ Ῥοδίων συμφοραὶ τοιαίδε ἦσαν, καὶ Λεύκιος Οὐᾶρος αὐτοῖς μετὰ φρουρᾶς ὑπελέλειπτο: ὁ δὲ Κάσσιος ἡδόμενος τῇ ταχυεργίᾳ τῆς ἁλώσεως καὶ τῷ πλήθει τῶν χρημάτων ἐπέταττεν ὅμως καὶ τοῖς ἄλλοις ἔθνεσι τῆς Ἀσίας ἅπασι φόρους ἐτῶν δέκα συμφέρειν. καὶ οἱ μὲν ἐπράσσοντο συντόνως, ἐξαγγέλλεται δὲ αὐτῷ Κλεοπάτρα μέλλουσα διαπλεῖν μεγάλῳ στόλῳ καὶ παρασκευῇ βαρυτάτῃ πρὸς Καίσαρά τε καὶ Ἀντώνιον: τὰ γὰρ ἐκείνων αἱρουμένη καὶ τέως διὰ τὸν πρότερον Καίσαρα, τότε μᾶλλον ᾑρεῖτο διὰ τὸν ἐκ Κασσίου φόβον. ὁ δὲ Μοῦρκον μετά τε ὁπλιτῶν ἀρίστου τέλους καὶ τοξοτῶν τινων ἐπὶ νεῶν ἑξήκοντα καταφράκτων ἐς Πελοπόννησον ἔπεμπε ναυλοχεῖν περὶ Ταίναρον, ... περισυράμενος ἐκ τῆς Πελοποννήσου λείαν, ὅσην ἔφθασε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.