previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[32] οὕτω μὲν δὴ καὶ Μέτελλος, ἀνὴρ εὐδοκιμώτατος, ἔφευγε, καὶ Ἀπουλήιος ἐπ᾽ αὐτῷ τρίτον ἐδημάρχει. καί τις αὐτῷ συνῆρχε δραπέτης εἶναι νομιζόμενος, Γράκχον ἑαυτῷ τὸν πρεσβύτερον πατέρα ἐπιγράφων. καὶ τὸ πλῆθος αὐτῷ συνεπεπράχει περὶ τὴν χειροτονίαν πόθῳ Γράκχου. προτεθείσης δὲ ὑπάτων χειροτονίας, Μᾶρκος μὲν Ἀντώνιος ἐπὶ τὴν ἑτέραν ἀναμφιλόγως ᾑρέθη, τὴν δὲ ὑπόλοιπον Γλαυκίας ὅδε καὶ Μέμμιος μετῄεσαν. Μεμμίου δ᾽ ὄντος ἐπιδοξοτέρου παρὰ πολύ, δείσας Γλαυκίας καὶ Ἀπουλήιος ἐπιπέμπουσί τινας αὐτῷ σὺν ξύλοις ἐν αὐτῇ τῇ χειροτονίᾳ, οἳ τὸν Μέμμιον παίοντες ἐν μέσῳ πάντων ὁρώντων συνέκοψαν.

καὶ μὲν ἐκκλησία θορυβηθεῖσα διελύετο οὔτε νόμων οὔτε δικαστηρίων οὔτε τινὸς αἰδοῦς ἔτι ὑπούσης: δὲ δῆμος ἀγανακτῶν ἐς τὴν ἐπιοῦσαν ἡμέραν μετ᾽ ὀργῆς συνέτρεχεν ὡς κτενοῦντες τὸν Ἀπουλήιον. δ᾽ ἄλλο πλῆθος ἁλίσας ἀπὸ τῶν ἀγρῶν μετὰ Γλαυκίου καὶ Γαΐου Σαυφηίου ταμίου τὸ Καπιτώλιον κατέλαβε. καὶ αὐτοὺς τῆς βουλῆς ἀναιρεθῆναι ψηφισαμένης Μάριος ἀχθόμενος ὅμως ὥπλιζέ τινας σὺν ὄκνῳ: καὶ βραδύνοντος ἕτεροι τὸ ὕδωρ τὸ ἐπιρρέον ἐς τὸ ἱερὸν διέτεμον. καὶ Σαυφήιος μὲν ἐμπρῆσαι τὸν νεών, ὑπὸ δίψης ἀπολλύμενος, ἠξίου, Γλαυκίας δὲ καὶ Ἀπουλήιος ἐλπίσαντες αὑτοῖς ἐπικουρήσειν Μάριον παρέδωκαν ἑαυτούς, οἵδε πρῶτοι, καὶ ἐπ᾽ ἐκείνοις Σαυφήιος. Μάριος δ᾽, αὐτίκα πάντων αὐτοὺς ἀναιρεῖν κελευόντων, ἐς τὸ βουλευτήριον συνέκλεισεν ὡς ἐννομώτερον ἐργασόμενος. οἱ δὲ πρόφασιν τοῦτ᾽ εἶναι νομίσαντες τὸν κέραμον ἐξέλυον τοῦ βουλευτηρίου καὶ τοὺς ἀμφὶ τὸν Ἀπουλήιον ἔβαλλον, ἔως ἀπέκτειναν, ταμίαν τε καὶ δήμαρχον καὶ στρατηγόν, ἔτι περικειμένους τὰ σύμβολα τῆς ἀρχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: