previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[116] τοῦ δ᾽ αὐτοῦ χρόνου περὶ τὴν Ἰταλίαν μονομάχων ἐς θέας ἐν Καπύῃ τρεφομένων, Σπάρτακος Θρᾲξ ἀνήρ, ἐστρατευμένος ποτὲ Ῥωμαίοις, ἐκ δὲ αἰχμαλωσίας καὶ πράσεως ἐν τοῖς μονομάχοις ὤν, ἔπεισεν αὐτῶν ἐς ἑβδομήκοντα ἄνδρας μάλιστα κινδυνεῦσαι περὶ ἐλευθερίας μᾶλλον θέας ἐπιδείξεως καὶ βιασάμενος σὺν αὐτοῖς τοὺς φυλάσσοντας ἐξέδραμε: καί τινων ὁδοιπόρων ξύλοις καὶ ξιφιδίοις ὁπλισάμενος ἐς τὸ Βέσβιον ὄρος ἀνέφυγεν, ἔνθα πολλοὺς ἀποδιδράσκοντας οἰκέτας καί τινας ἐλευθέρους ἐκ τῶν ἀγρῶν ὑποδεχόμενος ἐλῄστευε τὰ ἐγγύς, ὑποστρατήγους ἔχων Οἰνόμαόν τε καὶ Κρίξον μονομάχους. μεριζομένῳ δ᾽ αὐτῷ τὰ κέρδη κατ᾽ ἰσομοιρίαν ταχὺ πλῆθος ἦν ἀνδρῶν: καὶ πρῶτος ἐπ᾽ αὐτὸν ἐκπεμφθεὶς Οὐαρίνιος Γλάβρος, ἐπὶ δ᾽ ἐκείνῳ Πόπλιος Οὐαλέριος, οὐ πολιτικὴν στρατιὰν ἄγοντες, ἀλλ᾽ ὅσους ἐν σπουδῇ καὶ παρόδῳ συνέλεξαν ῾οὐ γάρ πω Ῥωμαῖοι πόλεμον, ἀλλ᾽ ἐπιδρομήν τινα καὶ λῃστηρίῳ τὸ ἔργον ὅμοιον ἡγοῦντο εἶναἰ, συμβαλόντες ἡττῶντο. Οὐαρινίου δὲ καὶ τὸν ἵππον αὐτὸς Σπάρτακος περιέσπασεν: παρὰ τοσοῦτον ἦλθε κινδύνου Ῥωμαίων στρατηγὸς αὐτὸς αἰχμάλωτος ὑπὸ μονομάχου γενέσθαι.

μετὰ δὲ τοῦτο Σπαρτάκῳ μὲν ἔτι μᾶλλον πολλοὶ συνέθεον, καὶ ἑπτὰ μυριάδες ἦσαν ἤδη στρατοῦ, καὶ ὅπλα ἐχάλκευε καὶ παρασκευὴν συνέλεγεν, οἱ δ᾽ ἐν ἄστει τοὺς ὑπάτους ἐξέπεμπον μετὰ δύο τελῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: