previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[127] Πομπήιον δὲ μὲν Καῖσαρ οὐκ ἐδίωκεν οὐδ᾽ ἑτέροις ἐπέτρεπε διώκειν, εἴτε ὡς ἐς ἀλλοτρίαν ἀρχὴν τὴν Ἀντωνίου φυλασσόμενος ἐμβαλεῖν, εἴτε καραδοκῶν τὸ μέλλον καὶ τὰ ἐς αὐτὸν ἐσόμενα ἐξ Ἀντωνίου καὶ πρόφασιν ἕξων διαφορᾶς, εἰ μὴ δίκαια γίγνοιτο ῾οὐ γὰρ ἀνύποπτοί γε ἦσαν ἐκ πολλοῦ διὰ φιλαρχίαν, ὅτε τοὺς ἄλλους ἐξέλοιεν, ἀλλήλοις διερίσειν̓, εἴθ᾽, ὡς αὐτὸς ἔλεγεν ὕστερον Καῖσαρ, ὅτι μὴ γένοιτο τοῦ πατρὸς ἀνδροφόνος Πομπήιος. τὴν δὲ στρατιὰν συνῆγε, καὶ ἐγένετο αὐτῷ τέλη μὲν ὁπλιτῶν πέντε καὶ τεσσαράκοντα καὶ ἱππέες δισμύριοι καὶ πεντακισχίλιοι, κοῦφοι δὲ τῶν ἱππέων ὑπὲρ ἡμιολίους μακραί τε νῆες ἑξακόσιαι: τὸ δὲ τῶν φορτίδων πλῆθος, καίπερ ὂν ἄπειρον, τοῖς δεσπόταις διέπεμπε. καὶ τὸν στρατὸν ἐπινικίοις ἐδωρεῖτο, τὰ μὲν ἤδη διδούς, τά δὲ ὑπισχνούμενος, στεφάνους τε καὶ τιμὰς ἅπασιν ἔνεμεν καὶ συγγνώμην τοῖς ἡγεμόσιν ἐδίδου τοῦ Πομπηίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: