This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[201]
τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ὦ ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντ᾽ ἔνεστι τὰ δεινότατα: πρὸς ἓν οὐδ᾽ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδ᾽ ἕξει δικαίαν οὐδ᾽ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. ἃ δ᾽ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλ᾽ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλ᾽ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.