Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθ᾽ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαι᾽ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετ᾽ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν ἢ τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδ᾽ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθ᾽ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.