Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὡς δή μοι δοκεῖτ᾽ ἂν ὅμως ἐκ τούτων καὶ γνῶναι τὰ δίκαια καὶ δικάσαι νυνί, τοῦθ᾽ ὑμῖν λέξω: εἰ σκέψαισθε παρ᾽ ὑμῖν αὐτοῖς, ὦ ἄνδρες δικασταί, καὶ λογίσαισθε τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν. πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δ᾽ ὧν ἔπεισε, τρίτον δ᾽ ὧν προσετάξατ᾽ αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφ᾽ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ πάντα ταῦτα πέπρακται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.